Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.130 Joseph. AJ 3.135 (English) >>Joseph. AJ 3.140

3.133αἱ δʼ ἐκ τῆς τριχὸς καὶ τῶν διφθερῶν πεποιημέναι κατῄεσαν ὁμοίως τῷ περὶ τὰς πύλας ὑφάσματι τό τε καῦμα καὶ τὴν ἀπὸ τῶν ὄμβρων ὕβριν ἀπομαχόμεναι. καὶ μὲν σκηνὴ τοῦτον πήγνυται τὸν τρόπον. 3.134

Γίνεται δὲ καὶ κιβωτὸς τῷ θεῷ ξύλων ἰσχυρῶν τὴν φύσιν καὶ σῆψιν παθεῖν οὐ δυναμένων· δʼ ἐρὼν μὲν καλεῖται κατὰ τὴν ἡμετέραν γλῶτταν, δὲ κατασκευὴ τοιαύτη τις ἦν· 3.135μῆκος μὲν ἦν αὐτῇ πέντε σπιθαμῶν, τὸ δʼ εὖρος καὶ τὸ βάθος τριῶν σπιθαμῶν εἰς ἑκάτερον· χρυσῷ δὲ τά τʼ ἐντὸς καὶ τὰ ἔξωθεν περιελήλατο πᾶσα, ὡς ἀποκεκρύφθαι τὴν ξύλωσιν, στρόφιγξί τε χρυσοῖς τὸ ἐπίθεμα προσηνωμένον εἶχε θαυμαστῶς, πανταχόθεν ἴσον ἦν κατʼ οὐδέτερον μέρος ἐξοχαῖς τὴν εὐαρμοστίαν λυμαινόμενον. 3.136καὶ καθʼ ἑκάτερον δὲ τοῖχον τῶν ἐπιμηκεστέρων κρίκοι προσῆσαν χρυσοῖ δύο τοῦ παντὸς διήκοντες ξύλου, καὶ διʼ αὐτῶν ἔνετοι σκυταλίδες ἐπίχρυσοι καθʼ ἑκάτερον τοῖχον, ὡς ἂν ὑπʼ αὐτῶν ὁπότε δεήσειεν ἄγοιτο κινουμένη· οὐ γὰρ ἐπὶ ζεύγους ἐκομίζετο, ἀλλʼ ὑπὸ τῶν ἱερέων ἐφέρετο. 3.137τῷ δὲ ἐπιθέματι αὐτῆς ἦσαν πρόστυποι δύο, Χερουβεῖς μὲν αὐτοὺς Ἑβραῖοι καλοῦσι, ζῷα δέ ἐστι πετεινὰ μορφὴν δʼ οὐδενὶ τῶν ὑπʼ ἀνθρώπων ἑωραμένων παραπλήσια, Μωυσῆς δέ φησι τῷ θρόνῳ τοῦ θεοῦ προστυπεῖς ἑωρακέναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.130 Joseph. AJ 3.135 (English) >>Joseph. AJ 3.140

Powered by PhiloLogic